Μυρίπνοον νοῦν, εὐωδίαν νοητὴν ἡ τῆς Πανάγνου, προδιαπνέει θεία Σύλληψις, εὐωδιάζουσα χάριτι, τοὺς προεορτάζοντας ταύτην, καὶ βοῶντας καὶ λέγοντας· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Ὁσίου

Ὁ αὐτὸς

Ἰλύος παθῶν, τῆς ψυχῆς τὸ διαυγὲς ἀποκαθάρας, ἔσοπτρον θείων ἐπιλάμψεων, ταύτην ἐποίησας Ὅσιε· ὅθεν μυστικῆς θεωρίας, ἐπαπολαύων ἐκραύγαζες· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοσούντων πολλῶν, συνεργείᾳ θεϊκῇ Θεομακάριστε, πάθη ποικίλα ἐθεράπευσας, καὶ θεϊκαῖς ἐπικλήσεσι, στίφη πονηρὰ τῶν δαιμόνων, ἀναμέλπων ἀπήλασας· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ἱδρύεται νῦν, ἐπὶ πέτραν νοητὴν βροτῶν ἡ φύσις, τῆς τοῦ Δεσπότου ἐπιγνώσεως, καὶ θείας φύσεως Ἄχραντε, τῇ σῇ παρ’ ἐλπίδα Συλλήψει, καὶ προκηρύττουσα μέλπει νῦν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἕτερος τοῦ Ὁσίου

Εἱρμὸς ὁ αὐτὸς

Πυρὶ νοητῷ, ἀναφλέξας τῆς ψυχῆς τὰ αἰσθητήρια, πῦρ ἁμαρτίας ἀπετέφρωσας, τῇ συνεργείᾳ τοῦ Πνεύματος, καὶ φωτοειδὴς καθωράθης, ἀναμέλπων Πατάπιε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θαυμάτων βυθός, ἰαμάτων ποταμός, κρήνη ἀέναος, ῥεῖθρον μηδόλως δαπανώμενον, σοῦ ἡ σορὸς ἀναδέδεικται, Πάτερ τοῖς πιστῶς προσιοῦσι, καὶ θερμῶς ἀνακράζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.