Καὶ νῦν… Προεόρτιον

Ἦχος δ’ Ταχὺ προκατάλαβε

Ἡ πύλη ἡ ἄβατος, νῦν ἀποτίκτεται, ἡ πόλις ἡ πάμφωτος, λάμψαι προέρχεται, ἡ μόνη Πανάχραντος, σήμερον δι’ Ἀγγέλου, τοῖς Δικαίοις δηλοῦται· ὅθεν ἐν εὐφροσύνῃ, ἀνεβόων τῷ Κτίστῃ. Καρπὸν ἡμῖν δώρησαι, τὴν ἀφθαρσίας πηγήν.

Προεόρτιος

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε Φιλάνθρωπε».

Ἱλαρώτατα σήμερον, περιχαρῶς, ἡ κτίσις Θεοτόκε, προεόρτιόν σοι, ᾄδει τὴν αἴνεσιν.

Γαληνὴν αἰθριάζεται, ὁ οὐρανός, Παρθένε εὐφροσύνην, τὴν σὴν προκηρύττων, ἀνθρώποις Σύλληψιν.

Τοῦ Ὁσίου

Ὁ αὐτὸς

Ἐν τοῖς ὅπλοις Πατάπιε, τοῖς τοῦ φωτός, ἐχθροὺς τοὺς ἀοράτους, ἐκπλήξας καθεῖλες, καὶ ἀπενέκρωσας.

Ἱδρυθεὶς ἐπὶ ἄσειστον, πέτραν Σοφέ, ἀσκήσεως καὶ πόνον, ἐχθρῶν τρικυμίαις οὐ καταβέβλησαι.

Θεοτοκίον

Ὡς ἀρχὴν εὐφορίας νῦν, τῆς πρὸς Θεόν, τὴν Σύλληψίν σου Κόρη, ἡ ἀνθρώπων φύσις σήμερον δέχεται.

Ἄλλος τοῦ Ὁσίου

Ἐλήλυθας, ἐκ Παρθένου

Ἡ ἄβυσσος, τῶν θερμῶν σου δακρύων κατέκλυσε, δαιμόνων στρατεύματα, καὶ ἁμαρτίας οἰδήματα, πέλαγος θαυμάτων δέ, τοῖς ἐν βυθῷ παθημάτων ἀναδέδεικται.