Ταπείνωσιν, ἀγρυπνίαν καὶ σύντονον δέησιν, ἀγάπην ἀθόλωτον, πίστιν, ἐλπίδα κτησάμενος, γέγονας συνόμιλος, ἐπουρανίων Ἀγγέλων, Πάτερ Ὅσιε.

Ἐκοίμισας, ἡδονῶν πολυμόρφων τὰ κύματα, θείαις ἀναβάσεσι, καὶ ἀνενδότοις καθάρσεσιν· ὅθεν πρὸς ἀνέσπερον, μετὰ τὴν κοίμησιν, φέγγος ἐξεδήμησας.

Θεοτοκίον

Ἐξέλαμψας, ἐκ Παρθένου νεφέλης ὁ Ἥλιος, ἀστέρας αὐγάζοντας, ἀποδεικνὺς τοὺς Ὁσίους σου, κόσμῳ καὶ τοῖς πάθεσιν, ἐσταυρωμένους, Οἰκτίρμον τῇ δυνάμει σου.

Προεόρτιος

ᾨδὴ ε’ Ὁ Εἱρμὸς

«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».

Χαρᾶς πληροῦται ἡ γῆ, καὶ εὐφροσύνην νοητὴν δέχονται, οἱ γηγενεῖς, ἐν τῇ σῇ Συλλήψει, Θεόνυμφε Ἁγνή, ἣν προεορτάζοντες, πόθῳ ὑμνοῦμέν σε.

Ῥώμην ἡ φύσις ἡμῶν, ἡ ἀσθενήσασα τὸ πρὶν δέχεται, καὶ ἀρετῶν, θείας εὐφορίας, λαμβάνει ἀπαρχήν, ἐν τῇ παρ’ ἐλπίδα, Συλλήψει σου Ἄχραντε.

Τοῦ Ὁσίου

Ὁ αὐτὸς

Ἰδεῖν τὴν δόξαν Θεοῦ, τοῖς διανοίας ὀφθαλμοῖς Ὅσιε, ἐπιποθῶν, τὰ τερπνὰ τοῦ κόσμου, παρεῖδες ὡς φθαρτά, καὶ τῶν ποθουμένων, ἀφθάρτων ἐπέτυχες.