Προεόρτιος

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Σαλπίσωμεν φαιδρῶς εὐσήμως σήμερον, ἐνθέως καλοῦντες τὴν κτίσιν πᾶσαν, προεόρτιον εἰς αἴνεσιν, τῆς πανάγνου Μητρὸς θείας Συλλήψεως.

Αἱ θεῖαι δωρεαὶ καὶ τὰ χαρίσματα, προτείνονται σήμερον τοῖς ἀνθρώποις, δηλουμένης τῆς Συλλήψεως, τῆς αἰτίας τῶν ξένων χαρισμάτων Χριστοῦ.

Τοῦ Ὁσίου

Ὁ αὐτὸς

Νεάζων τῆς ψυχῆς τῷ τόνῳ Ὅσιε, ἀρχαῖον πολέμιον διὰ πόνων, τῆς τὰ τοῦ ἀσκήσεως κατέβαλες, καὶ τὰ τούτου διήλεγξας βουλεύματα.

Οἱ πόνοι σου σοφὲ τῶν ἀντιδόσεων, τῶν θείων ἐνέχυρον ἀσφαλείας, τῶν θαυμάτων τὴν ἐπίλαμψιν, ἐν τῷ βίῳ παρέσχον σοι Πατάπιε.

Θεοτοκίον

Ἐλύθη τῶν βροτῶν ἡ πρώην στείρωσις, τῶν ἔργων λαμψάντων νῦν τῶν ἐνθέων, παρ’ ἐλπίδα προελθούσης σου, ἐκ τῆς ἀγόνου καὶ στείρας Πανύμνητε.

Ἄλλος τοῦ Ὁσίου

Ἐξήνθησεν ἡ ἔρημος

Δακρύων ἀναβλύσεσι, καταρδεύσας ἄριστα, τὴν ψυχικήν σου αὔλακα, σῖτον θείων ἤνεγκας πράξεων, ἀποθήκαις ταῖς ἄνω συντηρούμενον.

Ἀγάπην ὁπλισάμενος, ὥσπερ ξίφος Ὅσιε, καὶ θυρεῷ σκεπόμενος, τῆς ἐνθέου σου ταπεινώσεως, τῶν δαιμόνων τὰ στίφη ἐξηφάνισας.