Θεοτοκίον

Οἱ πεποιθότες ἐπὶ σοί, καὶ καυχώμενοι ἀεὶ Θεοκυῆτορ, τὴν σὴν πόθῳ τιμῶμεν, Σύλληψιν θείαν πιστῶς, ὑμνοῦντες ἀπαύστως τὸν Κύριον, καὶ ὑπερυψοῦντες, αὐτόν εἰς τοὺς αἰῶνας.


Ἕτερος τοῦ Ὁσίου

Εἱρμὸς ὁ αὐτὸς

Ἀποκαθάρας σεαυτόν, τῆς ἰλύος τῶν παθῶν δι’ ἐμμελείας, τηλαυγέστατον, ὤφθης, Πάτερ δοχεῖον Θεοῦ, κραυγάζων· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἷς πάντας τοὺς αἰῶνας.

Ταῖς πρὸς τὸν Κύριον εὐχαῖς, ἀποκάθαρον ἡμᾶς πάσης κηλῖδος· τῇ θερμῇ σου πρεσβείᾳ, καὶ τρικυμίας παθῶν, καὶ νόσων καὶ θλίψεων λύτρωσαι, τοὺς σὲ κατ’ ἀξίαν, Πατάπιε τιμῶντας.

Οἰκονομήσας σεαυτοῦ, τὴν ζωὴν θεοπρεπῶς, Ὅσιε Πάτερ οἰκονόμος ἐδείχθης, διακονήσας καλῶς, ταῖς χρείαις τῶν ἁγίων Ὅσιε, μεθ’ ὧν ἠξιώθης, τῆς ἄνω κληρουχίας.

Θεοτοκίον

Ἡ οὐρανώσασα ἡμῶν, τὴν γεώδη καὶ φθαρτὴν Ἁγνὴ οὐσίαν, τῶν Ἀγγέλων ἡ δόξα, καὶ τῶν Ὁσίων χαρά, ἡ μόνη τῶν κτισμάτων Δέσποινα, ὡς Θεὸν τεκοῦσα, ὑμνείσθω εἰς αἰῶνας.

Ὁ Εἱρμὸς

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».