Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν Τρισάγιον. Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦ ἐστιν…, Κύριε ἐλέησον, ιβ’. Δεῦτε προσκυνήσωμεν…, ἐκ γ’, καὶ τόν Ν’ ψαλμόν.

ᾨδὴ α’ Ἦχος πλ. β’ Ὁ Εἱρμὸς

«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γάρ δεδόξασται».

Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδὴν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾍδην θανατώσαντι.

Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου· ὑπὲρ νοῦν ὠράθης γάρ, νεκρὸς ζωαρχικώτατος.

Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς· ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς, Φιλάνθρωπε.

Καταβασία

«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γάρ δεδόξασται».