Ἐν τάφῳ σωματικῶς, ἐν ᾍδου δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα…

Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Καὶ νῦν… Θεοτοκίον

Τὸ τοῦ ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε Δέσποινα.

Τό, Κύριε ἐλέησον, μ’ Δόξα… Καὶ νῦν… Τὴν τιμιωτέραν… Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν… Καὶ πάλιν Ὁμοίως, τό, Χριστὸς ἀνέστη… ἐκ γ’, καὶ τὰ λοιπὰ. Τρισσεύεται δὲ ἡ τοιαύτη Ἀκολουθία, ἐν ταῖς Ὥραις, καὶ ἐν τοῖς Ἀποδείπνοις, καὶ τῷ Μεσονυκτικῷ.