Δόξα… Καὶ νῦν…

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Εἶτα, τὸ Χριστὸς ἀνέστη… ἐκ τρίτου, καὶ ψάλλομεν τοῦτο πολλάκις, ἄχρις ἂν ἀσπάσωνται οἱ Ἀδελφοὶ ἀλλήλους, ὁ δὲ Ἀσπασμὸς γίνεται οὕτω.

Λαμβάνει ὁ Ἱερεὺς τὸ ἅγιον Εὐαγγέλιον, καὶ ἵσταται πρὸ τῶν θυρῶν τοῦ ἁγίου Βήματος, ὁ δὲ Καθηγούμενος, ἐλθὼν καὶ ἀσπασάμενος τὸ ἅγιον Εὐαγγέλιον καὶ τόν Ἱερέα, λαμβάνει αὐτὸ ἐκ τῶν χειρῶν αὐτοῦ, καὶ ἵσταται ἐκ δεξιῶν τοῦ Ἱερέως, Εἶτα οἱ Ἀδελφοὶ πάντες, κατὰ τὴν τάξιν αὐτῶν, ἀσπάζονται πρῶτον τὸ ἅγιον Εὐαγγέλιον, εἶτα τὸν Ἱερέα καὶ τὸν Καθηγούμενον, καὶ ἵστανται κᾀκεῖνοι ἔνθα ἂν τύχωσι, καὶ ἀσπάζονται ἀλλήλους.