ᾨδὴ γ’ Ὁ Εἱρμὸς
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα».
Σύμβολα τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας, νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾍδῃ Δέσποτα, οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε, κραυγάζουσιν.
Ἥπλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.
Μνήματι καὶ σφραγῖσιν, ἀχώρητε συνεσχέθης βουλήσει· καὶ γὰρ τὴν δύναμίν σου, ταὶς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν, οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.
Καταβασία
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα».
Κάθισμα Ἦχος α’
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Σελ. 1234567891011121314151617181920212223242526272829