Στίχ. δ’ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Δόξα…

Χριστὸς ἀνέστη…

Καὶ νῦν…

τὸ αὐτὸ

Εἶτα ὁ Ἱερεύς, γεγονωτέρᾳ φωνῇ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…

Ὁ Χορὸς Καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Ὁ Κανών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α’ Ἦχος α’ εἱρμὸς

«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Καταβασία

«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Χριστὸς ἀνέστη… γ’

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.