Σήμερον ὁ ᾍδης στένων βοᾷ· Κατελύθη μου ἡ ἐξουσία, ἐδεξάμην θνητόν, ὥσπερ ἕνα τῶν θανέντων, τοῦτον δὲ κατέχειν ὅλως οὐκ ἰσχύω, ἀλλ’ ἀπολῶ μετὰ τούτου, ὧν ἐβασίλευον· ἐγὼ εἶχον τοὺς νεκροὺς ἀπ’ αἰῶνας, ἀλλὰ οὗτος ἰδοὺ πάντας ἐγείρει. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου.

Σήμερον ὁ ᾍδης στένων βοᾷ· Κατεπόθη μου τὸ κράτος, ὁ Ποιμὴν ἐσταυρώθη, καὶ τὸν Ἀδὰμ ἀνέστησεν· ὧν περ ἐβασίλευον ἐστέρημαι, καὶ οὓς κατέπιον ἰσχύσας, πάντας ἐξήμεσα, ἐκένωσε τοὺς τάφους ὁ σταυρωθείς, οὐκ ἰσχύει τοῦ θανάτου τὸ κράτος. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου.

Δόξα… Ἦχος πλ. β’

Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων· Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην· τοῦτο γάρ ἐστι τὸ εὐλογημένον Σάββατον· αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας, καὶ εἰς ὃ ἦν, πάλιν ἐπανελθών, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.