Μετὰ ταῦτα γίνεται ἀνάγνωσις εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον. τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν… Εἶτα τὸν Ν’, καὶ τὸν ἑπόμενον Κανόνα, ψάλλοντες τοὺς Εἱρμοὺς ἀνὰ β’, καὶ τὰ Τροπάρια εἰς δ’, καὶ αὖθις ἔσχατον Καταβασίας τοὺς αὐτοὺς Εἱρμούς.

Ἔστι δὲ οὗτος ὁ Κανών, ἡ μὲν α’, γ’, δ’ καὶ ε’ ᾨδὴ, ποίημα Μάρκου Μοναχοῦ ἐπισκόπου Ὑδροῦντος. ἡ δὲ ς’, ζ’, ἡ καὶ θ’ ᾨδὴ, Κοσμᾶ τοῦ Ἁγιοπολίτου. οἱ δὲ Εἱρμοί εἰσι ποίημα γυναικός τινος Κασσίας. Ὅλος δὲ ὁ Κανὼν φέρει ἀκροστιχίδα, ἄνευ τῶν Εἱρμῶν.

Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.

ᾨδὴ α’ Ἦχος πλ. β’ Ὅ Εἱρμὸς

«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γάρ δεδόξασται».

Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾍδην θανατώσαντι.

Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου· ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.