Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία· ἡ γὰρ σὴ ῥομφαία διέδραμε, τὴν ἐμὴν καρδίαν Ἐμμανουήλ.

Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν…

Κἂν τοὺς ἐκ νεκρῶν, ἐπαισχύνθητε ὦ Ἰουδαῖοι, οὓς ὁ ζωοδότης ἀνέστησεν, ὃν ὑμεῖς ἐκτείνατε φθονερῶς

Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου…

Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σὲ Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.

Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με.

Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.

Δοῦλός σού εἰμι ἐγώ, συνέτισόν με…

Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοι ἐφθέγγετο. Μὴ βραδύνῃς ἡ ζωὴ ἐν τοῖς νεκροῖς.

Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου.

ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σε εἶδεν, Ἤλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.

Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.

Μέγα καί, φρικτόν, Σῶτερ θέαμα νῦν καθορᾶται ! ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.