Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.

Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.

Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν, αὐτὸς δὲ ἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.

Βοήθησόν μοι, καὶ σωθήσομαι…

Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς ᾍδην καταβέβηκας Χριστέ.

Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου…

Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, καὶ ὡς ἄπνους ἐν αὐτῇ νῦν προσκλίνεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.

Παραβαίνοντας ἑλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.

Οἴμοι ὦ Υἱέ! ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει· ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.

Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου…

Ταῦτα Γαβριήλ, μοὶ ἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη τοῦ Υἱοῦ μου τοῦ Ἰησοῦ.

Ἐποίησα κρῖμα καὶ δικαιοσύνην…