Ῥεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδῦσα ζωοποιεῖ, τοὺς ἐν τοῖς ἀδύτοις ᾍδου μυχοῖς.

Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε.

Ἵνα τὴν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτῳ θέλων σαρκί. Μῆτερ οὖν μὴ κόπτου τοῖς ὀδυρμοῖς.

Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια…

Ἔδυς ὑπὸ γῆν, ὁ φωσφόρος τῆς διιαιοσύνης καὶ νεκροὺς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἄπαν, τὸ ἐν τῷ ᾍδῃ σκότος.

Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.

Κόκκος διφυής, ὁ φυσίζωος ἐν γῆς λαγόσι, σπείρεται σὺν δάκρυσι σήμερον, ἀλλ’ ἀναβλαστήσας, Κόσμον χαροποιήσει.

Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.

Ἕπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς ᾍδην φοιτήσαντος, ἀναστὰς μὲν νῦν καὶ πάλαι πεπτωκώς.

Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.

Σπένδει σοι χοάς, ἡ τεκοῦσά σε Χριστὲ δακρύων, σαρκικῶς κατατεθέντι ἐν μνήματι, ἐκβοῶσα· Τέκνον, ἀνάστα ὡς προέφης.

Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου…