Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα…

Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.

Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.

Ἐν κρυπτῷ μὲν πάλαι, θύεται ὁ ἀμνός, σὺ δ’ ὑπαίθριος τυθεὶς ἀνεξίκακε, πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.

Καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, Κύριε…

Τίς ἐξείποι τρόπον, φρικτὸν ὄντως καινόν· ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον, πάθος δέχεται, καὶ θνῄσκει δι’ ἡμᾶς.

Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.

Ὁ ζωῆς ταμίας, πῶς ὁρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον, πῶς δ’ ἐν μνήματι συγκλείεται Θεός:

Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα…

Λογχονύκτου Σῶτερ, ἐκ πλευρᾶς σου ζωήν, τῇ ζωῇ τῇ ἐκ ζωῆς ἐξωσάσῃ με, ἐπιστάζεις καὶ ζωοῖς με σὺν αὐτῇ.

Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἁπλωθεὶς ἐν ξύλῳ, συνηγάγω βροτούς, τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήρρητον, πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.