ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Περὶ ὥραν δεκάτην τῆς ἡμέρας σημαίνει. Εὐλογήσαντος δὲ τοῦ ἱερέως, ἀρχομένου τοῦ Λυχνικοῦ, λέγομεν τὸν Προοιμιακὸν καὶ μετὰ τὴν μεγάλην Συναπτήν, τό, Κύριε ἐκέκραξα. ἐν ᾧ ἱστῶμεν Στίχους ς’, καὶ ψάλλομεν τὰ ἐφεξῆς Στιχηρὰ Ἰδιόμελα πέντε.

Ἦχος α’

Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ, θεωροῦσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ, ὁ ἥλιος ἐσκοτίζετο, καὶ γῆς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῷ τὰ πάντα κτίσαντι, ὁ ἑκουσίως δι’ ἡμᾶς ὑπομείνας, Κύριε δόξα σοι. (Δίς)

Ἦχος β’

Λαὸς δυσσεβὴς καὶ παράνομος, ἵνα, τί μελετᾷ κενὰ; ἵνα τί τὴν ζωὴν τῶν ἁπάντων θανάτῳ κατεδίκασε; Μέγα θαῦμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμου, εἰς χεῖρας ἀνόμων παραδίδοται, καὶ ἐπὶ ξύλου ἀνυψοῦται, ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν ᾍδη δεσμώτας ἐλευθερώσῃ κράζοντας· Μακρόθυμε Κύριε δόξα σοι.

Σήμερον σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος, ἐν Σταυρῷ Λόγε ἀναρτώμενον, ὀδυρομένη μητρῷα σπλάγχνα, ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς, παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο· διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραγε γοερῶς· Οἴμοι θεῖον Τέκνον! οἴμοι τὸ φῶς τοῦ Κόσμου! τί ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ; ὅθεν αἱ στρατιαὶ τῶν Ἀσωμάτων, τρόμῳ, συνείχοντο λέγουσαι· Ἀκατάληπτε Κύριε δόξα σοι.