Νυσταγμῷ διαβολικῷ, συσχεθεὶς ὁ Ἰούδας, ὕπνωσεν εἰς θάνατον, καιρὸς γρηγορεῖν, καιρὸς νήφειν, στεναζέτω καρδία, δακρυέτωσαν βλέφαρα, ψαλμὸς ἐπαγρυπνείτω· μεγάλη γὰρ ἡ ἰσχὺς τοῦ Σταυροῦ, Χριστὸς ἐπὶ θύραις, τὸ θυόμενον Πάσχα προῆλθε, δόξα σοι Κύριε, δόξα σοι.
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ
ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ
ΕΣΠΕΡΑΣ
Περὶ ὥραν β’ τῆς νυκτὸς σημαίνει. Συναχθέντες δὲ ἐν τῷ Ναῷ, εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Ἐξαψάλμου. Εἶτα, Συναπτὴ μεγάλη, καὶ μετ’ αὐτὴν ψάλλομεν τό, Ἀ λ λ η λ ο ύ ϊ α, ἀργῶς καὶ μετὰ μέλους.
ὡσαύτως καὶ τό, Τροπάριον
Ἦχος πλ. δ’
Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχήν, τὴν Διδασκάλω τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι. (ἐκ γ’)
Ψαλλομένου δὲ τούτου, ὁ Ἐκκλησιάρχης διανέμει κηρία τοῖς Ἀδελφοῖς καὶ μετὰ τοῦτο, εὐθὺς λέγει ὁ Ἱερεὺς τὸ τῆς Διαθήκης τῶν ἁγίων Παθῶν.
Σελ. 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758