Ὁ Πέτρος ηὐλαβεῖτο νίψασθαι τοὺς πόδας, ἐκ τῶν ἀχράντων χειρῶν, ὑφ’ ὧν ἐπλαστουργήθη ὁ Ἀδάμ· ἀκούσας δέ· Εἰ μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, τρόμῳ πολλῷ συνεχόμενος, ἐβόα σοι· Κύριε, μὴ μόνον τοὺς πόδας μου νίψῃς, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν. Ὢ μεγίστων Δεσπότου δωρεῶν! κοινωνοὺς ποιεῖται τῆς χάριτος, τοὺς ἑαυτοῦ Μαθητάς, καὶ μέρος ἔχειν μετ’ αὐτῶν ἐπαγγέλλεται εἰς τὴν ἄρρητον δόξαν, ὡς καὶ ἐν τῷ μυστικῷ Ποτηρίῳ ἔφησε, καινὸν αὐτὸ πίνειν μετ’ αὐτῶν ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν, ἧς καὶ ἡμᾶς καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Ἦχος πλ. δ’

Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, ἔργον δούλου ἀνέλαβε, λέντιον διεζώσατο, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ὕδωρ ἔβαλεν εἰς νιπτῆρα, ὁ τὴν θάλασσαν τήν ἐρυθρὰν διατεμών, καὶ κάμψας ἐπὶ τὰ γόνατα, ἤρξατο νίπτειν τοὺς πόδας τῶν Μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσμένος. Ὅταν οὖν ἔνιψε τοὺς πόδας τῶν Μαθητῶν, εἶπεν αὐτοῖς· Ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες, σημαίνων τὸν παραδιδόντα αὐτόν.

Συνέφερέ σοι Ἰούδα, κἂν μὴ συνελήφθης ἐν τοῖς ἐγκάτοις τῆς μητρός, συνέφερέ σοι προδότα, κἂν μὴ ἐγεννήθης, ἀπηλλοτριωμένε τῷ Υἱῷ τοῦ Θεοῦ, διὰ σὲ διερράγη τὸ στῖφος τῶν Μαθητῶν τοῦ Χριστοῦ, καὶ τὴν ἀληθινὴν ἄμπελον, τρυγᾷ Λῃστὴς σταυρούμενος, διὰ σὲ διεκόπη ὁ φραγμός, καὶ ναὸν τὸν ἀχειροποίητον λύουσιν οἱ παράνομοι, ἔστω, τὸ μύρον τὸ τῆς ἁμαρτωλοῦ ᾐδέσθης ὡς πολύτιμον, πῶς τὸ τοῦ Δικαίου αἷμα, χερσὶν ἀνόμων παραδοῦναι οὐκ ἔφριξας; συνέφερέ σοι προδότα, κἂν μὴ ἐγεννήθης, ἀπηλλοτριωμένε τῷ Υἱῷ τοῦ Θεοῦ.