Δόξα… Καὶ νῦν… Ἀλληλούϊα, γ’ Κύριε ἐλέησον, γ’ Δόξα…

Τροπάριον Ἦχος β’

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστε ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα, τὰ ἔθνη, κράζοντα· Κύριε δόξα σοι.

Καὶ νῦν… Θεοτοκίον

Ὅτι οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.