Στίχ. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Καὶ πάλιν τὸ αὐτὸ

Δόξα… Ἦχος πλ. α’

Ἑλκόμενος ἐπὶ σταυροῦ, οὕτως ἐβόας Κύριε· Διὰ ποῖον ἔργον, θέλετέ με σταυρῶσαι Ἰουδαῖοι; ὅτι τοὺς παραλύτους ὑμῶν συνέσφιγξα; ὅτι τοὺς νεκρούς, ὡς ἐξ ὕπνου ἀνέστησα; Αἱμόρρουν ἰασάμην, Χαναναίαν ἠλέησα, διὰ ποῖον ἔργον θέλετέ με φονεῦσαι Ἰουδαῖοι; ἀλλ’ ὄψεσθε εἰς ὃν νῦν ἐκκεντᾶτε, Χριστὸν παράνομοι.

Καὶ νῦν… πάλιν τὸ αὐτὸ

Προκείμενον Ἦχος δ’

Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος.

Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.