Δόξα… Καὶ νῦν… Ἀλληλούϊα, γ’ Κύριε ἐλέησον γ’ Δόξα…

Τροπάριον Ἦχος πλ. β’

Κύριε, κατέκρινάν σε οἱ Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλ’ ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ. Χριστὲ ὁ Θεὸς δόξα σοι.

Καὶ νῦν… Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.