Ἀλληλούϊα Ἦχος πλ. β’

Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.

Στίχ. Οἱ ἐχθροί μου εἶπον κακά μοι. Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ.

Στίχ. Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.

Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Εἶπεν ὁ Κύριος, Οἴδατε, ὅτι μετὰ δύο ἡμέρας…

Τὸ Τροπάριον

Ἦχος πλ. β’

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ’ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Ο ΝΙΠΤΗΡ, ΚΑΙ Η ΑΥΤΟΥ ΑΚΟΛΟΥΘΙΑ

Στιχηρὰ

Ἰδιόμελα Ἦχος α’

Ὁ λεντίῳ ζωσάμενος, καὶ νίψας τοὺς πόδας τῶν Μαθητῶν, Χριστὲ ὁ Θεός, ἀπόπλυνον ἡμῶν, τῆς ψυχῆς τὸν λογισμόν, καὶ περίζωσον ἡμᾶς συνδέσμῳ πνευματικῷ, τοῦ ποιεῖν τὰς ἐντολάς σου, καὶ ὑμνεῖν τὴν σὴν ἀγαθότητα.

Ἦχος β’

Μεγάλης εὐεργεσίας ἀπολαύειν, μέλλοντες οἱ πιστοί, εὐλαβῶς τῷ τιμίῳ Νιπτῆρι προσδράμωμεν, οὐ σαρκὸς ῥύπον ἀποπλύνοντες, τὰς ψυχὰς δὲ μυστικῶς ἁγιάζοντες· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐφορῶν ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, κλίνει ἑαυτόν, καὶ ἰχνῶν ἅπτεται χοϊκῶν, πάσης ἐναντίας δυνάμεως, ἀσφαλῆ δωρούμενος τὴν ἐπίβασιν. Αὐτῷ εὐχαρίστως βοήσωμεν· Ὁ ἀρίστην ὑψώσεως ὁδόν, ὑποδείξας ἡμῖν τὴν ταπείνωσιν, σῶσον ἡμᾶς Ἀγαθὲ ὡς φιλάνθρωπος.