Κοντάκιον Ἦχος πλ. δ’

Τὸν δι’ ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Τό, Κύριε ἐλέησον, μ’, ὁ ἐν παντὶ καιρῷ… Κύριε ἐλέησον, γ’ Δόξα… Καὶ νῦν… Τὴν τιμιωτέραν τῶν Χερουβίμ…, Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ ὁ δὲ Ἱερεὺς ἐκφωνεῖ, ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς…, καὶ τὴν παροῦσαν

Εὐχὴν

Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν