Δόξα… Καὶ νῦν… Ἀλληλούϊα, γ’ Κύριε ἐλέησον, γ’

Δόξα…

Τροπάριον Ἦχος α’

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος, ἔσωσας ἡμᾶς, δόξα σοι.

Καὶ νῦν… Θεοτοκίον

Τὶ σὲ καλέσωμεν, ὦ Κεχαριτωμένη; οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον; ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον, ὅτι ἔμεινας ἄφθορος. Ἁγνήν, Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις Υἱόν, τὸν πάντων Θεόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.