Εἶτα λέγομεν χῦμα τοὺς Μακαρισμούς.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε… καὶ τοὺς λοιπούς. Χορὸς ὁ ἐπουράνιος…, Πιστεύω εἰς ἕνα Θεόν…, Ἄνες, ἄφες…, Πάτερ ἡμῶν…, Ὅτι σοῦ ἐστιν…, καὶ τὸ
Κοντάκιον
Τὸν δι’ ἡμᾶς σταυρωθέντα δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Εἶτα, Κύριε ἐλέησον ιβ’, Εἴη τὸ ὄνομα Κυρίου…, ἐκ γ’ καὶ τὸν Ψαλμόν, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ…
Σελ. 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758