Προκείμενον Ἦχος α’

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

Στίχ. Οἵτινες ἑλογίσαντο ἀδικίαν ἐν καρδίᾳ.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΘ’, 10-19)

Εἶπε Κύριος πρὸς Μωϋσῆν· καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ. Καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων· Προσέχετε ἑαυτόῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θανάτῳ τελευτήσει. Οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται, ἐάν τε κτῆνος, ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ αἱ φωναί, καὶ αἱ σάλπιγγες, καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Κατέβη δὲ Μωϋσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαόν, καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια αὐτῶν. Καὶ εἶπε τῷ λαῶ· Γίνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί. Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτη, γενηθέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὄρους Σινᾶ, φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἑπτοήθη πᾶς ὁ λαός, ὃς ἦν ἐν τῇ παρεμβολῇ. Καὶ ἐξήγαγε Μωϋσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. Τὸ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ’ αὐτὸ ἐν πυρί, ἀνέβαινε δὲ ὁ καπνός, ὡσεὶ ἀτμὶς καμίνου, καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος, προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.