Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Τὸ χειρόγραφον ἡμῶν, ἐν τῷ Σταυρῷ διέρρηξας Κύριε, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς, τὸν ἐκεῖσε τύραννον ἔδησας, ῥυσάμενος ἅπαντας ἐκ δεσμῶν θανάτου τῇ ἀναστάσει σου, δι’ ἧς ἐφωτίσθημεν, φιλάνθρωπε Κύριε, καὶ βοῶμέν σοι· Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ, καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν, καὶ ἐξαλείψας ὡς Θεός, τὸ καθ’ ἡμῶν χειρόγραφον Κύριε, Λῃστοῦ τὴν μετάνοιαν, καὶ ἡμῖν παράσχου μόνε φιλάνθρωπε, τοῖς πίστει λατρεύουσι, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ βοῶσί σοι· Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.