Πρὸς Γαλάτας ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. ς’ 14-18)

Ἀδελφοί, ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰμὴ ἐν τῷ Σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ Κόσμος ἐσταύρωται, κᾀγὼ τῷ Κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτω στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.

Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Τῷ καιρῷ ἐκείνῳ, πρωΐας γενομένης…

… καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

Εἶτα, Τρισάγιον Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦ ἐστιν…, καὶ τὸ παρὸν