Ἐκύκλωσαν κύνες ὡσεὶ πολλοί, ἐκρότησαν, Ἄναξ, σιαγόνα σὴν ῥαπισμῷ, ἠρώτων σε, σοῦ δέ, ψευδῆ κατεμαρτύρουν, καὶ πάντα ὑπομείνας, ἅπαντας ἔσωσας.

Καταβασία

«Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν».

Ἐξαποστειλάριον

Ἦχος γ’

Τὸν Λῃστὴν αὐθημερόν, τοῦ Παραδείσου ἠξίωσας Κύριε, κᾀμὲ τῷ ξύλῳ τοῦ Σταυροῦ, φώτισον καὶ σῶσόν με. (ἐκ γ’ )

Εὐαγγέλιον θ’

Κατὰ Ἰωάννην

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ σταυρῷ…

… ὄψονται εἰς ὃν ἐξεκέντησαν.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ Ἰδιόμελα

Ἦχος γ’

Δύο καὶ πονηρὰ ἐποίησεν, ὁ πρωτότοκος υἱός μου Ἰσραήλ, ἐμὲ ἐγκατέλιπε, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξεν ἑαυτῷ φρέαρ συντετριμμένον, ἐμὲ ἐπὶ ξύλου ἐσταύρωσε, τὸν δὲ Βαραββᾶν ᾐτήσατο, καὶ ἀπέλυσεν· ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε· σὺ δὲ Ἰσραὴλ οὐκ ἐνετράπης, ἀλλὰ θανάτῳ με παρέδωκας. Ἄφες αὐτοῖς Πάτερ ἅγιε· οὐ γὰρ οἴδασι τί ἐποίησαν. (Δίς)

Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι’ ἡμᾶς ὑπέμεινε, τὰς ἀκάνθας ἡ κεφαλή, ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες τὰ ῥαπίσματα, τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον, αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ, τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς. Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.