Κύριε ἐπὶ τὸ πάθος τὸ ἑκούσιον παραγενόμενος, ἐβόας τοῖς Μαθηταῖς σου· κἂν μίαν ὥραν οὐκ ἰσχύσατε, ἀγρυπνῆσαι μετ΄ ἐμοῦ, πῶς ἐπηγγείλατε ἀποθνῄσκειν δι’ ἐμὲ; κὰν τὸν Ἰούδαν θεάσασθε, πῶς οὐ καθεύδει, ἀλλὰ σπουδάζει προδοῦναί με τοῖς παρανόμοις; ἐγείρεσθε, προσεύξασθε, μὴ τίς με ἀρνήσηται, βλέπων με ἐν τῷ σταυρῷ. Μακρόθυμε δόξα σοι.
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Χαῖρε Θεοτόκε ἡ τὸν ἀχώρητον ἐν Οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, δι’ ἧς ἡμῖν ἔλαμψεν ὁ Ἐμμανουήλ, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Σελ. 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182838485868788899091929394959697