Κάθισμα Ἦχος βαρὺς
Ἐν τῷ δείπνῳ τοὺς Μαθητὰς διατρέφων, καὶ τὴν σκῆψιν τῆς προδοσίας γινώσκων, ἐν αὐτῷ τὸν Ἰούδαν διήλεγξας, ἀδιόρθωτον μὲν τοῦτον ἐπιστάμενος, γνωρίσαι δὲ πᾶσι βουλόμενος, ὅτι θέλων παρεδόθης, ἵνα Κόσμον ἁρπάσῃς τοῦ ἀλλοτρίου. Μακρόθυμε δόξα σοι.
Τὸ Εὐαγγέλιον Β’
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς…
… ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα.
Ἀντίφωνον Δ’ Ἦχος πλ. α’
Σήμερον ὁ Ἰούδας, καταλιμπάνει τὸν Διδάσκαλον, καὶ παραλαμβάνει τὸν διάβολον, τυφλοῦται τῷ πάθει τῆς φιλαργυρίας, ἐκπίπτει τοῦ φωτός, ὁ ἐσκοτισμένος· πῶς γὰρ ἠδύνατο βλέπειν, ὁ τὸν φωστῆρα πωλήσας, τριάκοντα ἀργυρίων, ἀλλ’ ἡμῖν ἀνέτειλεν ὁ παθῶν ὑπὲρ τοῦ Κόσμου, πρὸς ὃν βοήσωμεν· Ὁ παθών, καὶ συμπαθῶν ἀνθρώποις, δόξα σοι.
Σελ. 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182838485868788899091929394959697