ὡσαύτως καὶ τό, Τροπάριον

Ἦχος πλ. δ’

Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχήν, τὴν Διδασκάλω τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι. (ἐκ γ’)

Ψαλλομένου δὲ τούτου, ὁ Ἐκκλησιάρχης διανέμει κηρία τοῖς Ἀδελφοῖς καὶ μετὰ τοῦτο, εὐθὺς λέγει ὁ Ἱερεὺς τὸ τῆς Διαθήκης τῶν ἁγίων Παθῶν.