Φιλεῖς καὶ πωλεῖς Ἰούδα, ἀσπάζῃ καὶ οὐκ ὀκλάζεις δόλῳ προστρέχων, τίς μισῶν ἀσπάζεται τρισάθλιε; τίς φιλῶν ἐξωνεῖται τιμήματι; τὸ φίλημα τῆς ἀναιδοῦς σου κακοβουλίας, ἐλέγχει τὴν προαίρεσιν.
Δόξα…
Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.
Καὶ νῦν … Θεοτοκίον
Ἡ σύλληψις ὑπὲρ λόγον, ὁ τόκος σου ὑπὲρ φύσιν Θεογεννῆτορ· ἡ μὲν γὰρ ἐκ Πνεύματος οὐ σπέρματος, ἡ δὲ νόμους φύσεως λανθάνουσα, ὡς ἄφθορος καὶ ὑπὲρ φύσιν, πάσης λοχείας· Θεὸς γὰρ τὸ τικτόμενον.
Κάθισμα Ἦχος δ’
Ἐπεφάνης σήμερον
Συνεσθίων Δέσποτα, τοῖς Μαθηταῖς σου, μυστικῶς ἐδήλωσας, τὴν σὴν ἁγίαν τελευτήν, δι’ ἧς φθορᾶς ἐλυτρώθημεν, οἱ τὰ σεπτά σου τιμῶντες Παθήματα.
ᾨδὴ η’
Ὃν στρατιαί, οὐρανῶν
Τὴν νομικήν, ἐκπληρώσας πρόσταξιν, ὁ πλάκας τὰς νομικάς, γράψας ἐν Σινᾷ, ἔφαγε μὲν τὸ Πάσχα, τὸ πάλαι καὶ σκιῶδες, γέγονε δὲ πάσχα, καὶ μυστικὴ ζωοθυσία. (Δίς)
Τὴν ἀπ’ αἰῶνος, κεκαλυμμένην Χριστός, σοφίαν μυσταγωγῶν, ἔδειξας ὁμοῦ, πᾶσι τοῖς Ἀποστόλοις, Σωτὴρ ἐπὶ τοῦ δείπνου, ἣν ταῖς Ἐκκλησίαις, παρέδωκαν οἱ θεοφόροι.
Σελ. 123456789101112131415161718192021222324