Προκείμενον Ἦχος δ’ Ψαλμὸς ρλζ’

Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

Στίχ. Ἐξομολογήσομαί σοί, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ἰὼβ τὸ Ἀνάγνωσμα

(Κεφ. Β’ 1-10)

Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ Ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐναντίον τοῦ Κυρίου, καὶ ὁ Διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, παραστῆναι ἐναντίον τοῦ Κυρίου. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· Πόθεν σὺ ἔρχῃ; εἶπε δὲ ὁ Διάβολος ἐναντίον Κυρίου. Διαπορευθεὶς τὴν ὑπ’ οὐρανόν, καὶ ἐμπεριπατήσας τὴν σύμπασαν, πάρειμι. Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Διάβολον· Προσέσχες τὸν θεράποντά μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ’ αὐτόν, τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ὅμοιος αὐτῷ, ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας, σὺ δὲ εἶπας, τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι. Ὑπολαβὼν δὲ ὁ Διάβολος, εἶπε τῷ Κυρίῳ· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει, οὐ μὴν δέ, ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ, καὶ τῶν σαρκῶν αὐτοῦ, ἢ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Εἶπε δὲ ὁ Κύριος τῷ Διαβόλω· Ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. Καὶ ἐξῆλθεν ὁ Διάβολος ἀπὸ προσώπου Κυρίου, καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἐως κεφαλῆς. Καὶ ἔλαβεν ἑαυτῷ ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας, ἔξω τῆς πόλεως. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσει λέγων. Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων, σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι, διανυκτερεύων αἴθριος, κᾀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη, καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου, καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν, ἀλλὰ εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ, εἶπεν· Ἵνα τί, ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ καλὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσωμεν; Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ, οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ.