Προκείμενον Ἦχος δ’ Ψαλμὸς ρλε’

Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ.

Στίχ. Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν Θεῶν.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα

(Κεφ. Β’, 11-23)

Ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις, μέγας γενόμενος Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ. Κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον, τύπτοντά τινα Ἑβραῖον, τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ. Περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ, οὐδένα, καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας Ἑβραίους, διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι. Διατί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἐφοβήθη δὲ Μωϋσῆς, καὶ εἶπεν· Εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ῥῆμα τοῦτο! Ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα τοῦτο, καὶ ἐζήτει ἀνελεῖν τὸν Μωϋσῆν. Ἀνεχώρησε δὲ Μωϋσῆς ἀπὸ προσώπου Φαραώ, καὶ ᾤκησεν ἐν γῇ Μαδιάμ, ἐλθὼν δὲ εἰς γῆν Μαδιάμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ Ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰωθώρ. Παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενάς, ποτίσαι τὰ πρόβατα τοῦ, πατρὸς αὐτῶν Ἰωθώρ. Παραγενόμενοι δὲ οἱ ποιμένες, ἐξέβαλον αὐτάς. Ἀναστὰς δὲ Μωϋσῆς ἐρρύσατο αὐτάς, καὶ ἤντλησεν αὐταῖς, καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. Παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν, ὁ δὲ εἶπεν αὐταῖς· τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν, ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ. Καὶ ποῦ ἐστι; καὶ ἵνα τί οὕτω καταλελοίπατε τὸν ἄνθρωπον; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον. Κατῳκίσθη δὲ Μωϋσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφώραν τὴν θυγατέρα αὐτοῦ τῷ Μωϋσῇ γυναῖκα. Ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνή, ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε Μωϋσῆς τὸ ὄνομα αὐτοῦ Γηρσέμ, λέγων· Ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ. Ἔτι δὲ συλλαβοῦσα, ἔτεκεν υἱὸν δεύτερον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἐλιέζερ, λέγων· Ὁ γὰρ Θεὸς τοῦ Πατρός μου βοηθός μου, καὶ ἐρρύσατό με ἐκ χειρὸς Φαραώ.