Σήμερον ὁ Ἰούδας, τὸ τῆς φιλοπτωχείας κρύπτει προσωπεῖον, καὶ τῆς πλεονεξίας ἀνακαλύπτει τὴν μορφήν· οὐκέτι τῶν πενήτων φροντίζει, οὐκέτι τὸ μύρον πιπράσκει, τὸ τῆς ἁμαρτωλοῦ, ἀλλὰ τὸ οὐράνιον μύρον, καὶ ἐξ αὐτοῦ νοσφίζεται τὰ ἀργύρια, τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις. Τί μοι θελετε δοῦναι, κᾀγὼ ὑμῖν παραδώσω αὐτόν. Ὢ φιλαργυρίας προδότου! εὔωνον ποιεῖται τὴν πρᾶσιν, πρὸς τὴν γνώμην τῶν ἀγοραζόντων, τοῦ πωλουμένου τὴν πραγματείαν ποιεῖται, οὐκ ἀκριβολογεῖται πρὸς τὴν τιμήν, ἀλλ’ ὡς δοῦλον φυγάδα ἀπεμπολεῖ· ἔθος γὰρ τοῖς κλέπτουσι, ῥίπτειν τὰ τίμια, νῦν ἔβαλε τὰ ἅγια, τοῖς κυσὶν ὁ μαθητὴς· ἡ γὰρ λύσσα τῆς φιλαργυρίας, κατά του ἰδίου Δεσπότου, μαίνεσθαι ἐποίησεν αὐτόν· ἧς τὴν πεῖραν φύγωμεν, κράζοντες· Μακρόθυμε Κύριε, δόξα σοι.