Δόξα… Καὶ νῦν …
Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.
Εἰς τὰ Ἀπόστιχα
Ἰδιόμελα Ἦχος πλ. δ’
Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον, καὶ κατ’ αὐτοῦ κενὰ ἐβουλεύσατο, παραδοῦναι Πιλάτῳ εἰς θάνατον τὸν ἀνεύθυνον. Σήμερον τὴν τῶν χρημάτων ἀγχόνην, Ἰούδας ἑαυτῷ περιτίθησι, καὶ στερεῖται κατ’ ἄμφω, ζωῆς προσκαίρου καὶ θείας. Σήμερον Καϊάφας, ἄκων προφητεύει. Συμφέρει λέγων, ὑπὲρ τοῦ λαοῦ ἕνα ἀπολέσθαι· ἦλθε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τοῦ παθεῖν, ἵνα ἡμᾶς ἐλευθερώσῃ, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Στίχ. Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.
Σήμερον ὁ Ἰούδας, τὸ τῆς φιλοπτωχείας κρύπτει προσωπεῖον, καὶ τῆς πλεονεξίας ἀνακαλύπτει τὴν μορφήν· οὐκέτι τῶν πενήτων φροντίζει, οὐκέτι τὸ μύρον πιπράσκει, τὸ τῆς ἁμαρτωλοῦ, ἀλλὰ τὸ οὐράνιον μύρον, καὶ ἐξ αὐτοῦ νοσφίζεται τὰ ἀργύρια, τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις. Τί μοι θελετε δοῦναι, κᾀγὼ ὑμῖν παραδώσω αὐτόν. Ὢ φιλαργυρίας προδότου! εὔωνον ποιεῖται τὴν πρᾶσιν, πρὸς τὴν γνώμην τῶν ἀγοραζόντων, τοῦ πωλουμένου τὴν πραγματείαν ποιεῖται, οὐκ ἀκριβολογεῖται πρὸς τὴν τιμήν, ἀλλ’ ὡς δοῦλον φυγάδα ἀπεμπολεῖ· ἔθος γὰρ τοῖς κλέπτουσι, ῥίπτειν τὰ τίμια, νῦν ἔβαλε τὰ ἅγια, τοῖς κυσὶν ὁ μαθητὴς· ἡ γὰρ λύσσα τῆς φιλαργυρίας, κατά του ἰδίου Δεσπότου, μαίνεσθαι ἐποίησεν αὐτόν· ἧς τὴν πεῖραν φύγωμεν, κράζοντες· Μακρόθυμε Κύριε, δόξα σοι.
Σελ. 123456789101112131415161718192021222324