Ἕτερον Ἦχος γ’

Θείας πίστεως

Ταπεινούμενος, δι’ εὐσπλαγχνίαν, πόδας ἔνιψας, τῶν Μαθητῶν σου, καὶ πρὸς δρόμον θεῖον τούτους κατεύθυνας, ἀπαναινόμενος Πέτρος δὲ νίπτεσθαι, αὖθις τῷ θείῳ ὑπείκει προστάγματι, ἐκνιπτόμενος, καὶ σοῦ ἐκτενῶς δεόμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον Ἦχος δ’

Ἐπεφάνης σήμερον

Συνεσθίων Δέσποτα, τοῖς Μαθηταῖς σου, μυστικῶς ἐδήλωσας, τὴν παναγίαν σου σφαγήν, δι’ ἧς φθορᾶς ἐλυτρώθημεν, οἱ τὰ σεπτά σου, τιμῶντες Παθήματα.

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

«Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνησεν. Ἔθου κραταιάν, ἀγάπησιν ἰσχύος, Πάτερ οἰκτίρμον, τὸν μονογενῆ· Υἱὸν γὰρ ἀγαθέ, ἱλασμὸν εἰς τὸν Κόσμον ἀπέστειλας».

Ἐπὶ τὸ πάθος τὸ πᾶσι, τοῖς ἐξ Ἀδὰμ πηγάσαν ἀπάθειαν, Χριστὲ μολῶν τοῖς φίλοις σου, εἶπας· Μεθ’ ὑμῶν, τοῦ Πάσχα μετασχεῖν, τούτου ἐπεθύμησα, τὸν Μονογενῆ ἐπεί με ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν Κόσμον ἀπέστειλε.

Μεταλαμβάνων κρατῆρος, τοῖς Μαθηταῖς ἐβόας Ἀθάνατε· Γεννήματος ἀμπέλου δέ, πίομαι λοιπόν, οὐκέτι μεθ’ ὑμῶν βιοτεύων, τὸν Μονογενῆ ἐπεί με ἱλασμόν, ὁ Πατήρ εἰς τὸν Κόσμον ἀπέστειλε.