Μύλωνι ἔοικέ σοι, καὶ ἀγρῷ καὶ οἰκίᾳ, πᾶς ὁ βίος ψυχή μου· διὸ κτῆσαι εἰς Θεόν, ἑτοίμην τὴν καρδίαν, ἵνα μηδὲν τῆς φθορᾶς, τῇ σαρκὶ καταλίπῃς.

Οὐ Φαρισαίοις Σωτήρ, οὐ τῷ Σίμωνι μόνῳ, κατηξίωσας ἅμα, εἰς ἑστίασιν ἐλθεῖν, ἀλλ’ ἤδη καὶ τελῶναι, ὁμοῦ καὶ πόρναι, τὴν σήν, ἀντλοῦσιν εὐσπλαγχνίαν.

Φιλαργυρίας ἐρῶν, ὁ προδότης Ἰούδας, κενωθέντος τοῦ μύρου, ἐμελέτησε λοιπόν, τὴν πρᾶσιν τοῦ Δεσπότου, καὶ πρὸς ἀνόμους ἐλθών, τὴν τιμὴν συνεφώνει.

Ὢ μακαρίων χειρῶν, ὢ τριχῶν καὶ χειλέων, τῶν τῆς σώφρονος Πόρνης! αἷς ἐπέχεε Σωτήρ, τὸ μύρον πρὸς σοὺς πόδας, ἐκμασσομένη αὐτούς, πυκνῶς καταφιλοῦσα, ανακειμένῳ.

Γυνή, ἐπιστᾶσά σοι Λόγε, πρὸς τοὺς πόδας θρηνοῦσα, τὸ ἀλάβαστρον Σωτήρ, τοῦ μύρου κατεκένου, ἐπὶ τὴν σὴν κεφαλήν, τοῦ ἀθανάτου μύρου.

Δόξα…

Σὺν τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, δοξάζομεν βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.

Καὶ νῦν… Θεοτοκίον

Ταῖς ἱκεσίαις Σωτήρ, τῆς ἀχράντου Μητρός σου, καὶ τῶν σῶν Ἀποστόλων, τὰ ἐλέη σου ἡμῖν, κατάπεμψον πλουσίως, καὶ τὴν εἰρήνην τὴν σήν, παράσχου τῷ λαῷ σου.