Εἶπε Κύριος πρός με· Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ ἐγὼ σὲ πρὸς τοὺς υἱοὺς Ἰσραήλ, τοὺς παραπικραίνοντάς με, οἵ τινες παρεπίκρανάν με, αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἠθέτησαν εἰς ἐμέ, ἕως, τῆς σήμερον ἡμέρας, καὶ υἱοὶ σκληροπρόσωποι, καὶ στερεοκάρδιοι ἐγένοντο. Ἐγὼ ἀποστελῶ σε, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος· Ἐάν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσι, διότι, οἶκος παραπικραίνων ἐστί, καὶ γνώσονται, ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν. Καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτούς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσι, καὶ ἐπιστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς, τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί, καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί. Καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, καὶ μὴ γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου καὶ φάγε, ἃ ἐγὼ δίδωμί σοι. Καὶ εἶδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου, καὶ ἀνείλισσεν αὐτὴν ἐνώπιόν μου, καὶ ἦν ἐν αὐτῇ γεγραμμένα τὰ ἔμπροσθεν, καὶ τὰ ὄπισθεν, καὶ ἐγέγραπτο ἐν αὐτῇ θρῆνος, καὶ μέλος, καὶ οὐαί. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοὶς Ἰσραήλ. Καὶ διήνοιξε τὸ στόμα μου καὶ ἐψώμισέ με τὴν κεφαλίδα ταύτην, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης, τῆς δεδομένης εἰς σέ. Καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον.