ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακὸν καὶ τά, Πρὸς Κύριον, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὰ εἰς τοὺς Αἴνους, ὡς ἐφεξῆς, Ἰδιόμελα.

Ἦχος α’

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος. (Δίς)

Ἦχος β’

Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα, ἀλλ’ ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταῖς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως· Κύριε δόξα σοι. (Δίς)

Ἦχος δ’

Τοῦ κρύψαντος τὸ τάλαντον, τὴν κατάκρισιν, ἀκούσασα ψυχή, μὴ κρύπτε λόγον Θεοῦ, κατάγγελλε τὰ θαυμάσια αὐτοῦ, ἵνα πλεονάζουσα τὸ χάρισμα, εἰσέλθῃς, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. (Δίς)