Ἀγνώμων φανείς, καὶ πονηρὸς ζηλότυπος, δῶρον ἀξιόθεον λογοπραγεῖ, δι’ οὗ ὀφειλέσιον ἐλύθη ἁμαρτημάτων, καπηλεύων ὁ δεινός, Ἰούδας τὴν φιλόθεον χάριν. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Λέγει πορευθείς, τοῖς παρανόμοις ἄρχουσι· Τί μοι δοῦναι θέλετε κᾀγὼ Χριστὸν ὑμῖν, τὸν ζητούμενον, τοῖς θέλουσι παραδώσω; οἰκειότητα Χριστοῦ, Ἰούδας ἀντωσάμενος χρυσοῦ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ὢ πηρωτικής, φιλαργυρίας ἄσπονδε! λήθης ὅθεν ἔτυχες, ὅτι ψυχῆς, ουδ’ ὃς ἰσοστάσιος ὁ Κόσμος, ὡς ἐδιδάχθης· ἀπογνώσει γὰρ σαυτόν, ἑβρόχισας ἀνάψας προδότα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.