Ἀποκενοῦσα, Γυνὴ μύρον ἔντιμον, δεσποτικῇ καὶ θείᾳ, φρικτῇ κορυφῇ, Χριστὲ τῶν ἰχνῶν σου ἐπελάβετο, τῶν ἀχράντων, κεχραμέναις παλάμαις, καὶ ἐβόα· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Δάκρυσι πλύνει, τοὺς πόδας ὑπεύθυνος, ἁμαρτίαις τοῦ πλάσαντος, καὶ ἐκμάσσει θριξί· διὸ τῶν ἐν βίῳ οὐ διήμαρτε, πεπραγμένων τῆς ἀπολυτρώσεως, ἀλλ’ ἐβόα· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἱερουργεῖται, τὸ λύτρον εὐγνώμονι, ἐκ σωτηρίων σπλάγχνων τε, καὶ δακρύων πηγῆς, ἐν ᾗ διὰ τῆς ἐξαγορεύσεως, ἐκπλυθεῖσα οὐ κατῃσχύνετο, ἀλλ’ ἐβόα· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.