Ἔρχεται ὁ πάντων Κριτής, ἀχθῆναι εἰς κρίσιν, ὁ ἐπὶ τοῦ θρόνου, τῶν Χερουβὶμ ἐφεδρεύων, ὡς ὑπεύθυνος παραστῆναι Πιλάτῳ, καὶ πάντα παθεῖν, ἵνα σωθῇ ὁ Ἀδάμ.

Ἤγγικε τὸ Πάσχα, ἡμῶν τὸ μέγα καὶ θεῖον· μετὰ δύο γὰρ ὁ Χριστός, προδιδάσκει ἡμέρας, τὴν τοῦ Πάθους προδιαγράφων ἡμέραν, ἐν ᾗ τῷ Πατρὶ θῦμα προσάγεται.

Παρὰ τῷ Σταυρῷ σου, Σωτὴρ ἑστῶσα ἡ Μήτηρ, καὶ τὴν ἄδικόν σου σφαγήν, καθορῶσα ἐβόα· Οἴμοι Τέκνον ἐμόν, τὸ ἄδυτον φέγγος, λάμψον πᾶσιν Ἥλιε τῆς δόξης τὸ φῶς.

Δόξα…

Ὦ Μονὰς ἁγία, Τριὰς ἡ μία Θεότης, καὶ τριὰς Μονὰς ὁ Θεός, τρισυπόστατε φύσις, ἡ ὁμότιμος καὶ ἀμέριστος δόξα, ῥῦσαι τῶν κινδύνων τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον

Δέχου τὴν Μητέρα, τὴν σὴν Χριστὲ εἰς πρεσβείαν, ἵνα ταῖς ἱκεσίαις αὐτῆς, εἰρηνεύσῃς τὸν Κόσμον, καὶ κρατύνῃς τῆς βασιλείας τὰ σκῆπτρα, καὶ τὰς Ἐκκλησίας σου συνάψῃς εἰς ἕν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τροπάριον

Ἦχος πλ. δ’

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς Βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς. (ἐκ γ’ )