ᾨδὴ η’ Ὁ Εἱρμὸς
«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)
Πάντων ἤκουσας ψυχή, πῶς ὁ Χριστὸς τοῖς θείοις Μαθηταῖς αὐτοῦ, προανεφώνει λέγων τὴν συντέλειαν· σὺ δὲ γνοῦσα τὸ τέλος ἑτοιμάζου λοιπόν· καιρὸς ἐξόδου ἥκει.
Ἔγνως ἄγονε ψυχή, τοῦ πονηροῦ οἰκέτου τὸ ὑπόδειγμα, φοβοῦ καὶ μὴ ἀμέλει τοῦ χαρίσματος, οὗ ἐδέξω, οὐχ ἵνα κατακρύψῃς εἰς γῆν, ἀλλ’ ἵνα ἐμπορεύσῃ.
Φαιδρυνέσθω ἡ λαμπάς, ὑπερεκχείσθω ταύτης καὶ τὸ ἔλαιον, ὡς ταῖς Παρθένοις τότε ἡ συμπάθεια, ἵνα εὕρῃς ψυχή μου, τὸν νυμφῶνα τότε, Χριστοῦ ἀνεῳγμένον.
Ἐν Σαββάτῳ τὴν φυγήν, καὶ ἐν χειμῶνι λέγων ὁ Διδάσκαλος, τὴν τῆς ἑβδόμης ζάλην προαινίττεται, τοῦ παρόντος αἰῶνος, ἐν ᾧ ὥσπερ χειμών, τὸ τέλος ἐπανήξει.
Ὥσπερ τάχος ἀστραπῆς διερχομένης, οὕτω τότε ἔσεσθαι, τὴν φοβερὰν ἐκείνην τοῦ Δεσπότου σου παρουσίαν ψυχή μου, ἤκουσας· ἑτοίμη, λοιπὸν γενέσθαι σπεῦσον.
Ὅταν ἔλθῃ ὁ Κριτής, ἐν χιλιάσι τότε, μυριάσι τε Ἀγγελικῶν ταγμάτων καὶ Δυνάμεων, ποῖος φόβος ψυχή μου; ποῖος τρόμος οἴμοι! γυμνῶν ἑστώτων πάντων;
Σελ. 1234567891011121314151617