Ὢ τῆς ἀμέτρου σου, φιλανθρωπίας Ἰησοῦ! ἐγνώρισας γὰρ ἡμῖν, τῆς συντελείας ἄνωθεν τὸν καιρόν, καλύψας τὴν ὥραν, τρανώσας δὲ τηλαυγῶς, τὰ ὑποδείγματα αὐτῆς.

Πάντα ἐπίστασαι, πάντα γινώσκεις Ἰησοῦ, ὡς ἔχων ὅλον ἐν σοί, τὸ πατρικὸν ἀξίωμα θεϊκῶς, καὶ ὅλον τὸ Πνεῦμα, ἐμφύτως φέρων ἐν σοί, τὸ συναΐδιον Πατρί.

Δέσποτα Κύριε, ὁ τῶν αἰώνων ποιητής, ἀξίωσον καὶ ἡμᾶς, τῆς ἱερᾶς ἐκείνης τότε φωνῆς, ἀκοῦσαι καλούσης, τοὺς ἐκλεκτοὺς τοῦ Πατρός, εἰς Βασιλείαν οὐρανῶν.

Δόξα…

Ἄναρχε ἄκτιστε, Τριάς, ἀμέριστε Μονὰς ἡ τρία οὖσα καὶ ἕν, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, εἷς ὁ Θεός, προσδέχου τὸν ὕμνον, ἐκ τῶν πηλίνων γλωσσῶν, ὡς ἐκ στομάτων φλογερῶν.

Καὶ νῦν… Θεοτοκίον

Σκήνωμα ἅγιον, ὤφθης Παρθένε τοῦ Θεοῦ· ἐν σοὶ γὰρ τῶν οὐρανῶν ὁ Βασιλεύς, οἰκήσας σωματικῶς, προῆλθεν ὡραῖος, τὸν ἄνθρωπον ἐν αὐτῷ, ἀναμορφώσας θεϊκῶς.

Κάθισμα Ἦχος β’

Εὐσπλαγχνίας

Εὐσπλαγχνίᾳ κινούμενος Χριστέ, ἑκουσίως προέρχῃ τοῦ παθεῖν εὐεργέτα, θέλων τῶν παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ τῆς ἐν τῷ ᾍδῃ κατακρίσεως· διό σου τὰ τίμια ἀνυμνοῦμεν Παθήματα, καὶ δοξάζομεν Σωτήρ, τὴν ἄκραν σου πάντες συγκατάβασιν.