Προκείμενον Ἦχος πλ. δ’ Ψαλμὸς ρκη’
Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
Στίχ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου.
Ἰὼβ τὸ Ἀνάγνωσμα
(Κεφ. Α’, 1-12)
Ἀνθρωπός τις ἦν ἐν τῇ χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτά, καὶ θυγατέρες τρεῖς, καὶ ἦν τὰ κτήνη αὐτοῦ, πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν. Συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ’ ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν καὶ πίνειν μετ΄ αὐτῶν. Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰώβ, καὶ ἐκαθάριζεν αὐτους ἀνιστάμενος τὸ πρωΐ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν. Ἔλεγε γὰρ Ἰώβ· Μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν. Οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας. Καὶ ἐγένετο ὡς ἡμέρα αὕτη, καὶ ἰδού, ἦλθον οἱ Ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι τοῦ Κυρίου, καὶ ὁ Διάβολος ἦλθε μετ’ αὐτῶν. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ Διάβολος τῷ Κυρίῳ εἶπε· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανόν, πάρειμι. Καὶ εἶπεν αὐτῷ ὁ Κύριος· Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ἀπεκρίθη ὁ Διάβολος καὶ εἶπεν ἐναντίον Κυρίου· Μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν, οὐχὶ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ, καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ, καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων, ὧν ἔχει, ἢ μὴν εἰς πρόσωπόν σου εὐλογήσει σε. Τότε εἶπεν ὁ Κύριος τῷ Διαβόλω· Ἰδού, πάντα ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ’ αὐτοῦ μὴ ἅψῃ. Καὶ ἐξῆλθεν ὁ Διάβολος ἀπὸ προσώπου Κυρίου.
Σελ. 1234567891011121314151617