Προκείμενον Ἦχος πλ. β’ Ψαλμὸς ρκζ’

Εὐλογῆσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

Στίχ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα

(Κεφ. Α’ 1-20)

Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ, τῶν εἰσπορευομένων εἰς Αἴγυπτον, ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν. Ῥουβήμ, Συμεών, Λευΐ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών, Βενιαμίν, Δάν, καὶ Νεφθαλείμ, Γάδ, καὶ Ἀσήρ. Ἰωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ. Ἦσαν δὲ πᾶσαι αἱ ψυχαί, αἱ ἐξελθοῦσαι ἐκ μηροῦ Ἰακώβ, πέντε καὶ ἑβδομήκοντα. Ἐτελεύτησε δὲ Ἰωσήφ, καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ γενεὰ ἐκείνη. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα σφόδρα, ἐπλήθυνε δὲ ἡ γῆ αὐτούς. Ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Εἶπε δὲ τῷ ἔθνει αὐτοῦ. Ἰδοὺ τὸ ἔθνος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς· δεῦτε οὖν, κατασοφισώμεθα αὐτούς, μήποτε πληθυνθῇ, καὶ ἡνίκα ἂν ἡμῖν συμβῇ πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους, καὶ ἐκπολεμήσαντες ἡμᾶς, ἐξελεύσονται ἐκ τῆς γῆς. Καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθώ, Ῥαμεσσή, καὶ τὴν Ὤν, ἥ ἐστιν Ἡλιούπολις. Καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα. Καὶ ἑβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ, καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραὴλ βίᾳ, καὶ κατωδύνων αὐτῶν τήν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς τῷ πηλῷ, καὶ τῇ πλινθείᾳ, καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας. Καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Ἑβραίων, τῇ μιᾷ αὐτῶν ὄνομα Σεπφώρᾳ, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουά, καὶ εἶπεν αὐταῖς· Ὅταν μαιοῦσθε τὰς Ἑβραίας, καὶ ὦσι πρὸς τὸ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό. Ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεόν, καὶ οὐκ ἐποίησαν καθ’ ὅτι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα. Ἐκάλεσε δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας, καὶ εἶπεν αὐταῖς· Τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο, καὶ ἐζωογονεῖτε τὰ ἄρσενα; Εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραώ, οὐχ ὡς αἱ γυναῖκες Αἰγύπτου αἱ Ἑβραῖαι· τίκτουσι γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τάς μαίας, καὶ ἔτικτον. Εὖ δὲ ἐποίει ὁ Θεὸς τὰς μαίας· καὶ ἐπλήθυνεν ὁ λαός, καὶ ἴσχυε σφόδρα.