Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα

(Κεφ. Α’, 21-28)

Ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο καὶ οἱ τροχοί, καὶ ἐν τῷ ἑστάναι αὐτά, εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς, ἐξῄροντο σὺν αὐτοῖς καὶ οΙ τροχοί, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν τῶν ζώων, ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου, ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν, καὶ ὑποκάτω τοῦ στερεώματος, αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο συνεζευγμέναι, καὶ ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. Καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν, ἐν τῷ πτερύσσεσθαι αὐτά, ὡς φωνὴν ὕδατος πολλοῦ, καὶ ὡς φωνὴν Θεοῦ Σαδαῒ ἱκανοῦ, ἐν τῷ πορεύεσθαι αὐτά, φωνὴ τοῦ λόγου, ὡς φωνὴ παρεμβολῆς, καὶ ἐν τῷ ἑστάναι αὐτά, κατέπαυον αἱ πτέρυγες αὐτῶν. Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος, τοῦ ὄντος ὑπέρ κεφαλῆς αὐτῶν, ἐν τῷ ἑστάναι αὐτά, ἀνίεντο αἱ πτέρυγες αὐτῶν, καὶ ὑπεράνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου Σαπφείρου, ὁμοίωμα θρόνου ἐπ’ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος ἕως κάτω, εἶδον ὅρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ, ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ, ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ στάσις τοῦ φέγγους κύκλωθεν. Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου.